Add parallel Print Page Options

καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων, καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ [a]ἄρτον, μὴ πήραν, μὴ εἰς τὴν ζώνην χαλκόν, ἀλλὰ ὑποδεδεμένους σανδάλια, καὶ μὴ [b]ἐνδύσησθε δύο χιτῶνας. 10 καὶ ἔλεγεν αὐτοῖς· Ὅπου [c]ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. 11 καὶ [d]ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον [e]αὐτοῖς. 12 Καὶ ἐξελθόντες [f]ἐκήρυξαν ἵνα [g]μετανοῶσιν, 13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.

14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ [h]ἔλεγον ὅτι Ἰωάννης ὁ βαπτίζων [i]ἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ· 15 ἄλλοι [j]δὲ ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι [k]προφήτης ὡς εἷς τῶν προφητῶν. 16 ἀκούσας δὲ [l]ὁ Ἡρῴδης [m]ἔλεγεν· Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος [n]ἠγέρθη.

17 Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν·

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:8 ἄρτον μὴ πήραν WH Treg NIV ] πήραν μὴ ἄρτον RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:9 ἐνδύσησθε Treg NIV RP ] ἐνδύσασθαι WH
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:10 ἐὰν WH NIV RP ] ἂν Treg
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:11 ὃς ἂν τόπος μὴ δέξηται WH Treg NIV ] ὅσοι ἂν μὴ δέξωνται RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:11 αὐτοῖς WH Treg NIV ] + Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:12 ἐκήρυξαν WH Treg NIV ] ἐκήρυσσον RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:12 μετανοῶσιν WH Treg NIV ] μετανοήσωσιν RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:14 ἔλεγον WH NIV ] ἔλεγεν Treg RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:14 ἐγήγερται ἐκ νεκρῶν WH Treg NIV ] ἐκ νεκρῶν ἠγέρθη RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:15 δὲ WH Treg NIV ] – RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:15 προφήτης WH Treg NIV ] + ἐστίν RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:16 WH Treg NIV ] – RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:16 ἔλεγεν WH Treg NIV ] εἶπεν ὅτι RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:16 ἠγέρθη WH NA ] ἠγέρθη ἐκ νεκρῶν Treg; ἐκ νεκρῶν ἠγέρθη NIV; ἐστιν αὐτὸς ἠγέρθη ἐκ νεκρῶν RP